Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 36.7 | Dem. 36.11 (English) | >>Dem. 36.13 |
36.9καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθʼ οὑτοσί · τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν . ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστʼ ἐγκαλεῖν αὐτῷ μισθώσεως ; οὐ γὰρ νῦν , ἀλλὰ τότʼ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι . καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστʼ εἰπεῖν αὐτῷ .
36.10οὐ γὰρ ἄν ποτʼ , ἐπειδὴ δοκιμασθέντος Πασικλέους ἀπηλλάττετο τῆς μισθώσεως ὅδε , ἀφήκατʼ ἂν αὐτὸν ἁπάντων τῶν ἐγκλημάτων , ἀλλὰ τότʼ ἂν παραχρῆμʼ ἀπῃτεῖτʼ , εἴ τι προσώφειλεν ὑμῖν . ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω , καὶ ἐνείμαθʼ οὗτος πρὸς τὸν ἀδελφὸν παῖδʼ ὄντα , καὶ ἀφῆκαν τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων , λαβὲ ταυτηνὶ τὴν μαρτυρίαν .εὐθὺς τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , ὡς ἀφεῖσαν τουτονὶ τῆς μισθώσεως , νέμονται τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον , καὶ λαβὼν αἵρεσιν Ἀπολλόδωρος αἱρεῖται τὸ ἀσπιδοπηγεῖον ἀντὶ τῆς τραπέζης . καίτοι εἰ ἦν ἰδία τις ἀφορμὴ τούτῳ πρὸς τῇ τραπέζῃ , τί δή ποτʼ ἂν εἵλετο τοῦτο μᾶλλον ἢ ʼκείνην ; οὔτε γὰρ ἡ πρόσοδος ἦν πλείων , ἀλλʼ ἐλάττων (τὸ μὲν γὰρ τάλαντον , ἡ δʼ ἑκατὸν μνᾶς ἔφερεν ), οὔτε τὸ κτῆμʼ ἥδιον , εἰ προσῆν χρήματα τῇ τραπέζῃ ἴδια . ἀλλʼ οὐ προσῆν . διόπερ σωφρονῶν εἵλετο τὸ ἀσπιδοπηγεῖον οὗτος · τὸ μὲν γὰρ κτῆμʼ ἀκίνδυνόν ἐστιν , ἡ δʼ ἐργασία προσόδους ἔχουσʼ ἐπικινδύνους ἀπὸ χρημάτων ἀλλοτρίων .
Μαρτυρία
36.11
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 36.7 | Dem. 36.11 (English) | >>Dem. 36.13 |